Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.221 Joseph. AJ 15.226 (English) >>Joseph. AJ 15.231

15.224κἂν ταραχθῇ καὶ πυνθάνηται, τί ποτε τοῦτʼ ἦν, λέγειν ὅτι φάρμακον ἐκείνης μὲν ἐχούσης αὐτοῦ δὲ διακονῆσαι παρακαλουμένου, μὴ κινηθέντος δʼ ἐπὶ τῷ φίλτρῳ τὸν λόγον ἀργὸν ἐᾶν· οὐδένα γὰρ αὐτῷ κίνδυνον φέρειν. τοιαῦτα προδιδάξασα κατʼ ἐκεῖνον τὸν καιρὸν εἰσπέμπει διαλεξόμενον. 15.225 δὲ πιθανῶς ἅμα καὶ μετὰ σπουδῆς εἰσῄει, δῶρα μὲν αὐτῷ τὴν Μαριάμμην παρεσχῆσθαι λέγων, ἀναπείθειν δὲ φίλτρον αὐτῷ διδόναι. πρὸς τοῦτο διακινηθέντος καὶ τί τὸ φίλτρον εἴη ἐρωτήσαντος, φάρμακον εἶπεν ὑπʼ ἐκείνης διδόμενον, οὗ τὴν δύναμιν αὐτὸς οὐκ εἰδέναι, διὸ καὶ προσαγγεῖλαι τοῦτʼ ἀσφαλέστερον αὐτῷ καὶ τῷ βασιλεῖ διειληφότα. 15.226τοιούτων ἀκούσας Ἡρώδης λόγων καὶ πρότερον κακῶς διακείμενος ἔτι μᾶλλον ἠρεθίσθη, τόν τʼ εὐνοῦχον, ὃς ἦν τῇ Μαριάμμῃ πιστότατος, ἐβασάνιζεν ὑπὲρ τοῦ φαρμάκου γινώσκων, ὡς οὐ χωρὶς ἐκείνου τι δυνατὸν ἦν οὔτε μεῖζον οὔτε ἔλαττόν τι πεπρᾶχθαι. 15.227γενόμενος δὲ ἐν ταῖς ἀνάγκαις ἄνθρωπος, οὐδὲν μὲν ὧν ἕνεκεν ἐβασανίζετο λέγειν εἶχεν, τὸ μέντοι τῆς γυναικὸς ἔχθος εἰς αὐτὸν ἔφη γενέσθαι διὰ τοὺς λόγους, οὓς Σόαιμος αὐτῇ φράσαι. 15.228ταῦτα δʼ ἔτι λέγοντος μέγα βοήσας βασιλεὺς οὐκ ἂν ἔφη Σόαιμον πιστότατον ὄντα τόν γε ἄλλον χρόνον αὐτῷ καὶ τῇ βασιλείᾳ καταπροδοῦναι τὰς ἐντολάς, εἰ μὴ καὶ περαιτέρω προεληλύθει τῆς πρὸς τὴν Μαριάμμην κοινωνίας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.221 Joseph. AJ 15.226 (English) >>Joseph. AJ 15.231

Powered by PhiloLogic